ΙΕΡΟΜΑΡΤΥΣ ΠΑΥΛΟΣ
ΠΑΤΡΙΑΡΧΗΣ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ἈπολυτίκιονἮχος γ’. Αὐτόμελον.
Θείας πίστεως ὁμολογία, ἄλλον Παῦλόν σε τῇ Ἐκκλησίᾳ, ζηλωτὴν ἐν ἱερεῦσιν ἀνέδειξε· συνεκβοᾷ σοι καὶ Ἄβελ πρὸς Κύριον, καὶ Ζαχαρίου τὸ αἷμα τὸ δίκαιον. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Ἀστράψας ἐν γῇ, ὡς ἄστρον οὐρανόφωτον, τὴν καθολικήν, φωτίζεις Ἐκκλησίαν νῦν, ὑπὲρ ἧς καὶ ἤθλησας, τὴν ψυχήν σου Παῦλε προθέμενος, καὶ ὡς Ζαχαρίου καὶ Ἀβελ τρανῶς, βοᾷ σου τὸ αἷμα πρὸς Κύριον.
Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν.


